Δοξολογία Μεγάλη - Greater Doxology - المجدلة الكبرى
Ο Μέγας Αρχιερεύς |
Δόξα Σοι τῷ δείξαντι τὸ φῶς.
المجد لك أَيها المظهر النور
Δόξα ἐν ὑψίστοις Θεῷ
المجد لله في العلى
καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.
وعلى الأرض السلام وفي الناس المسرّة
Ὑμνοῦμέν σε,
نسبحك
εὐλογοῦμέν σε,
نباركك
προσκυνοῦμέν σε,
نسجد لك
δοξολογοῦμέν σε,
نمجدك
εὐχαριστοῦμέν σοι,
نشكرك
διὰ τὴν μεγάλην σου δόξαν.
لأجل عظيم جلال مجدك
Κύριε Βασιλεῦ,
يا رب يا ملك
ἐπουράνιε Θεέ,
يا سماوي يا إلاله
Πάτερ παντοκράτορ,
يا آب يا ضابط الكل
Κύριε Υἱὲ μονογενές,
يارب يا إبنا وحيدا
Ἰησοῦ Χριστέ,
يا يسوع المسيح
καὶ Ἅγιον Πνεῦμα.
ويا أَيها الروح القدس
Κύριε ὁ Θεός,
يا رب يا اله
ὁ ἀμνὸς τοῦ Θεοῦ,
يا حمل الله
ὁ Υἱός τοῦ Πατρός,
يا ابن الآب
ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
يا حامل خطيئة العالم
ἐλέησον ἡμᾶς,
ارحمنا
ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
يا رافع خطايا العالم
Πρόσδεξαι τὴν δέησιν ἡμῶν,
اقبل تضرعنا
ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός,
أيها الجالس من عن يمين الآب
καὶ ἐλέησον ἡμᾶς.
وارحمنا
Ὅτι σὺ εἶ μόνος Ἅγιος,
لأنك أنت وحدك قدوس
σὺ εἶ μόνος Κύριος,
أنت وحدك الرب
Ἰησοῦς Χριστός,
يسوع المسيح
εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
في مجد الله الآب آمين
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε,
في كل يوم أباركك
καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
وأسبح اسمك إلى الأبد والى أبد الأبد
Καταξίωσον, Κύριε,
أهلنا يا رب
ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
أن نحفظ في هذا اليوم بغير خطيئة
Εὐλογητὸς εἶ, Κύριε,
مبارك أنت يا رب
ὁ Θεὸς τῶν Πατέρων ἡμῶν,
إله أبائنا
καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ومسبح وممجد اسمك إلى الأبد آمين
Γένοιτο, Κύριε,
لتكن يا رب
τὸ ἔλεός σου ἐφ’ ἡμᾶς,
رحمتك علينا
καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
كمثل اتكالنا عليك
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
مبارك أنت يا رب علمني حقوقك
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
مبارك أنت يا رب علمني حقوقك
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
مبارك أنت يا رب علمني حقوقك
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ.
رب ملجأ كنت لنا في جيل وجيل
Ἐγὼ εἶπα΄
أنا قلت
Κύριε, ἐλέησόν με,
يا رب ارحمني
ἴασαι τὴν ψυχήν μου,
واشف نفسي
ὅτι ἥμαρτόν σοι.
لأنني قد خطئت إليك
Κύριε, πρὸς σὲ κατέφυγον,
يا رب إليك لجأت
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου,
فعلمني أن أعمل رضاك
ὅτι σὺ εἶ ὁ Θεός μου.
لأنك أنت هو الهي
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,
لأن من قبلك هي عين الحياة
ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
وبنورك نعاين النور
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
فابسط رحمتك على الذين يعرفونك
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
قدوس الله، قدوس القوي، قدوس الذي لا يموت ارحمنا
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
قدوس الله، قدوس القوي، قدوس الذي لا يموت ارحمنا
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
قدوس الله، قدوس القوي، قدوس الذي لا يموت ارحمنا
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
المجد للآب والابن والروح القدس
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
الآن وكل آن والى دهر الداهرين آمين
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
قدوس الذي لا يموت ارحمنا
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
قدوس الله، قدوس القوي، قدوس الذي لا يموت ارحمنا
Comments
Post a Comment