ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ - PRAYER TO THE MOST HOLY MOTHER OF GOD - افشين لوالدة الإله الكلية القداسة

ἡ Χώρα τοῦ Ἀχωρήτου



 Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα,

ايتها السيدة الطاهرة النقيّة العذراء عروسة الله العديمة العيب البريئة من الدنس


ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις, τῇ παραδόξῳ σου κυήσει, ἑνώσασα,

يا من بمولدك المعجز اتحد كلمة الله بالبشر


καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα,

وطبيعتنا المقصاة قرنتها بالسماويّين


ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς, 

 يا رجاء من ليس لهم رجاءٌ سواكِ وحدكِ


καὶ τῶν πολεμουμένων βοήθεια,

يا من هي معونة للمحاربين


ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων,

ونصرة مستعدّة للمسارعين إليها


καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον,

يا ملجأ كل المسيحيين


μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν,

 لا ترذليني انا الخاطئ


τὸν ἐναγῆ, 

 المتدنّس


τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα,

 بقبح الأفكار والأقوال والأفعال بجملة ذاتي


καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥᾳθυμίᾳ γνώμης, δοῦλον γενόμενον.

الصائر بالعزم الخامل عبداً للذّات العمر


Ἀλλ᾿ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ,

لكن بما انّك أمٌّ للإله المحبّ البشر 


φιλανθρώπως σπλαγχνίσθητι ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ,

 تحنّني بتعطف عليّ انا عبدكِ المفرّط الخاطئ


καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν,

واقبلي من شفتيَّ الدنستين ما اقدّمهُ اليك من الابتهال


καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη, δυσώπησον,

وبالدالّة الوالدية التي لكِ نحو ابنكِ ربّنا وسيّدنا ابتهلي إليه


ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος,

 لكي يفتح لي جوانح محبتّهِ للبشر وتحنّنه وخيريّته


καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα,

 ويتجاوز عن هفواتي التي لا تُحصى


ἐπιστρέψῃ με πρὸς μετάνοιαν,

 ويردّني إلى التوبة


καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με.

 ويجعلني لوصاياهُ حافظاً وفاعلاً مختبراً


Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων, 

واحضري عندي دائماً ايتها الرحيمة


καὶ συμπαθής,

 الشفوقة


καὶ φιλάγαθος, 

الوادّة الخير والصلاح


ἐν μὲν τῷ παρόντι βίῳ, 

امّا في هذا العمر الحاضر


θερμὴ προστάτις καὶ βοηθός,

 فبحرارة الشفاعة والمعونة


τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα, 

 امنعي عنّي طوارق المعاندين الرديئة


 καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με,

 وأرشديني إلى الخلاص


καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα,

وامّا في وقت خروج نفسي الشقيّة فاحدقي بي


καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα·

 وأقصِ عنّي قتام منظر الجن الاشرار


ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, 

وامّا في يوم الدينونة الرهيب


τῆς αἰωνίου με ῥυομένη κολάσεως,

 فنجيني من العقوبات المؤبدة


καὶ τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα.

 وأجعليني وارثاً لشرف ومجد إبنكِ وإلهنا المتعذر وصفه


Ἧς καὶ τύχοιμι, Δέσποινά μου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως·

 الذي أفوز به بوساطتكِ ونصرتكِ أيتها القديسة والدة الإله سيّدتي


χάριτι καὶ φιλανθρωπίᾳ,

بنعمة ورأفة


τοῦ μονογενοῦς σου Υἱοῦ, 

 أبنك الوحيد


τοῦ Κυρίου καὶ Θεοῦ,

 ربنا وإلهنا


καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

 وإلهنا ومخلّصنا يسوع المسيح [ومحبته للبشر]


ᾯ πρέπει πᾶσα δόξα, 

 الذي ينبغي له كل مجدٍ
 


τιμὴ 

وإكرام


καὶ προσκύνησις,

 وسجود


σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ

 مع أبيه الذي لا إبتداءَ له


καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι,

 وروحه الكلي قدسه الصالح المحيي


νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 الآن وكل أوان وإلى دهر الداهرين آمين

  


Comments

Popular posts from this blog

Χαιρετισμοί της Υπεραγίας Θεοτόκου(ΣΤΑΣΙΣ Β'') - خدمة مديح السيدة العذراء (البيت الثاني)

Όσοι εις Χριστόν εβαπτίσθητε - All you that in Christ have been Baptized - انتم الذين بالمسيح اعتمدتم (Greek/Arabic/English)

Τις Θεός μέγας - أيّ إله عظيم مثل إلهنا